Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.350 Joseph. AJ 8.355 (English) >>Joseph. AJ 8.359

8.353 δʼ Ἠλίας ὑποστρέφει ταῦτʼ ἀκούσας εἰς τὴν Ἑβραίων χώραν καὶ τὸν Σαφάτου παῖδα Ἐλισσαῖον καταλαβὼν ἀροῦντα καὶ μετʼ αὐτοῦ τινας ἄλλους ἐλαύνοντας ζεύγη δώδεκα προσελθὼν ἐπέρριψεν αὐτῷ τὸ ἴδιον ἱμάτιον. 8.354 δʼ Ἐλισσαῖος εὐθέως προφητεύειν ἤρξατο καὶ καταλιπὼν τοὺς βόας ἠκολούθησεν Ἠλίᾳ. δεηθεὶς δὲ συγχωρῆσαι αὐτῷ τοὺς γονεῖς ἀσπάσασθαι κελεύοντος τοῦτο ποιεῖν ἀποταξάμενος αὐτοῖς εἵπετο καὶ ἦν Ἠλίου τὸν ἅπαντα χρόνον τοῦ ζῆν καὶ μαθητὴς καὶ διάκονος. καὶ τὰ μὲν περὶ τοῦ προφήτου τούτου τοιαῦτα ἦν. 8.355

Ναβώθης δέ τις ἐξ Ἱεζαρήλου πόλεως ἀγρογείτων ὢν τοῦ βασιλέως παρακαλοῦντος αὐτὸν ἀποδόσθαι τιμῆς ὅσης βούλεται τὸν πλησίον αὐτοῦ τῶν ἰδίων ἀγρόν, ἵνα συνάψας ἓν αὐτὸ ποιήσῃ κτῆμα, εἰ δὲ μὴ βούλοιτο χρήματα λαβεῖν ἐπιτρέποντος ἐκλέξασθαι τῶν ἀγρῶν τινα τῶν ἐκείνου, τοῦτο μὲν οὔ φησι ποιήσειν, αὐτὸς δὲ τὴν ἰδίαν καρπώσεσθαι γῆν, ἣν ἐκληρονόμησε τοῦ πατρός. 8.356λυπηθεὶς δʼ ὡς ἐφʼ ὕβρει τῷ μὴ τἀλλότρια λαβεῖν βασιλεὺς οὔτε λουτρὸν προσηνέγκατο οὔτε τροφήν, τῆς δʼ Ἰεζαβέλης τῆς γυναικὸς αὐτοῦ πυνθανομένης, τι λυπεῖται καὶ μήτε λούεται μήτε ἄριστον αὑτῷ παρατίθεται μήτε δεῖπνον, διηγήσατο αὐτῇ τὴν Ναβώθου σκαιότητα καὶ ὡς χρησάμενος ἐπιεικέσι πρὸς αὐτὸν λόγοις καὶ βασιλικῆς ἐξουσίας ὑποδεεστέροις ὑβρισθείη μὴ τυχὼν ὧν ἠξίου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.350 Joseph. AJ 8.355 (English) >>Joseph. AJ 8.359

Powered by PhiloLogic